[---]αι παρα[---]
[---]τον ἀνέλαβεν [---]
[---πρ?]ὸς Θεόδωρον καὶ Ἐπι.[---]
[--- ἔδω?]καν τοῖς ἰδίοις δαπανήμασιν [---]
5[---]ματων συναποδημῶν ἀπή[ρ]ατο [---]
[---εἰ]ς Αργεδαβον πρὸς τὸν πατέρα α[ὐτοῦ?]
[--- παραγε?]νόμενος δὲ καὶ συντυχὼν ἅμα [---]
[---]ν τὴν ἀπ’ αὐτοῦ κατεκτήσατο τῇ π[όλει?]
[--- ἀπέ]λυσεν τὸν δῆμον, ἱερεύς τε γενόμεν[ος]
10[θεοῦ μεγάλου Δερζ?]αλου τάς τε πομπὰς καὶ τὰς θυσίας [ἐ]-
[πετέλεσε λαμπ]ρῶς καὶ τοῖς πολίταις μετέδωκεν τ[ῶν]
[κρεῶν], τῷ τε [Σερ]άπει λαχὼν ἱερεὺς ὁμοίως τοῖς δαπ[ανή]-
[μασιν ἀνεστράφ?]η καλῶς καὶ φιλαγάθως, τοῦ τε ἐπωνύ[μου]
[τῆς πόλεως Διον]ύσου οὐκ ἔχοντος ἱερῆ ἀφ’ ἑτῶν πληόν[ων] !
15[παρακληθεὶς ὑ]πὸ τῶν πολιτῶν ἐπέδωκεν ἑαυτὸν κα[ὶ κα]-
[τὰ τὴν Γαίου] Ἀντωνίου παραχειμασίαν ἀναλαβὼ[ν]
[τὸν στέφανο]ν τοῦ θεοῦ τάς τε πομπὰς καὶ θυσίας ἐ[πε]-
[τέλεσε καλ]ῶς καὶ μεγαλομερῶς καὶ τοῖς πολίταις μ[ε]-
[τέδωκε κρε]ῶν ἀφθόνως, θεῶν τε τ[ῶ]ν ἐν Σαμοθρᾴκ[ῃ]
20[τὸν στέφα]νον ἀνειληφὼς διὰ βίου τάς τε πομπὰς κ[αὶ]
[τὰς θυσία]ς ἐπιτελεῖ ὑπέρ τε τῶν μυστῶν καὶ τῆς π[ό]-
[λεως, νεωστ]εί τε τοῦ βασιλέως Βυρεβιστα πρώτου καὶ ὑ-
[ψίστου γε]γονότος τῶν ἐπὶ Θρᾴκης βασιλέων καὶ πᾶσα[ν]
[τὴν πέρ]αν τοῦ ποταμοῦ καὶ τὴν ἐπὶ τάδε κατεισχη-
25[κότος γ]ενόμενος καὶ πρὸς τοῦτον ἐν τῇ πρώτῃ καὶ με-
[γίστῃ φ]ιλίᾳ τὰ βέλτιστα κατεργάζεται τῇ πατρίδι λέ-
[γων κα]ὶ συνβουλεύων ! τὰ κράτιστα καὶ τὴν εὔνοιαν τοῦ β[α]-
[σιλέ]ως πρὸς τὴν τῆς πόλεως σωτηρ[ί]αν προσπαραμ[υ]-
[θού]μενος ἔν τε τοῖς λοιποῖς ἅπασιν ἀφειδῶς ἑαυτὸν
30[ἐν]διδοὺς εἰς τὰς τῆς πόλεως πρεσβήας ! καὶ κινδύνους ἐπ[ι]-
δεχόμενος [ἀ]όκνως πρὸς τὸ πάντως τι κατεργάζεσθα[ι]
τῇ πατρίδι συμφέρον, πρός τε Γναῖον Πομπήϊον Γναίου υ[ἱ]-
ὸν αὐτοκράτορα Ῥωμαῖον ἀποσταλεὶς ὑπὸ βασιλέως Βυραβε[ι]-
[σ]τα πρεσβευτὴς καὶ συντυχὼν αὐτῷ τῆς Μακεδονίας ἐν το[ῖς]
35περ[ὶ Ἡρ]άκληαν ! τὴν ἐπὶ τοῦ Λύκου οὐ μόνον τοὺς ὑπὲρ τοῦ βα[σι]-
λέως χρηματισμοὺς διέθετο τὴν εὔνο[ι]αν τὴν Ῥωμαίων προ-
αγόμενος τῷ βασιλεῖ, ἀ<λ>λὰ καὶ περὶ τῆς πατρίδος τοὺς καλλίστου[ς]
διέθετο χρηματισμούς, καθόλου δὲ κατὰ πᾶσ⸢α⸣ν περίστασιν κα[ι]-
[ρ]ῶν ψυχῇ καὶ σώματι παραβαλλόμενος καὶ δαπάναις χρώμ[ε]-
40νος ταῖς ἐκ τοῦ βίου, τινὰ δὲ καὶ τῶν πολιτικῶν χορηγίων σώματι
ποιῶν παρ’ ἑαυτοῦ τὴν μεγίστην ἐνδείκνυτα[ι] σπουδὴν εἰς τὴν ὑ-
πὲρ τῆς πατρίδος σωτηρίαν· ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται τιμῶν
τοὺς καλ[ο]ὺς καὶ ἀγαθοὺς ἄνδρας καὶ ἑαυτὸν εὐεργετοῦντας, δε[δό]-
[χθ]αι τῇ βουλῇ καὶ τῷ δήμῳ ἐπῃνῆσθαι μὲν ἐπὶ τούτοις Ἀκορνίων[α]
45Διον[υ]σίου καὶ στεφανωθῆναι αὐτὸν ἐν τοῖς Διονυσίοις χρυσ[ῷ]
στεφάνῳ καὶ εἰκόνι χαλκῇ, στεφανοῦσθαι δὲ αὐτὸν καὶ εἰς τὸν λ[οι]-
[π]ὸν χρ[όν]ον καθ’ ἕκαστον ἔτος ἐν τοῖς Διονυσίοις χρυσῷ στε[φά]-
[ν]ῳ, δε[δό]σθαι δὲ αὐτῷ καὶ εἰς ἀνάστασιν ἀνδριάντος τό-
(vac.)πον τὸν ἐπιφανέστατον τῆς ἀγορᾶς.
---ΑΙ.Α..---
---ΤΟNANEΛΑΒΕ.---
---ΠΡOΣΘΕOΔΩΡΟ.ΚΑIE.Ι.---
---EΔΩ.ΑNΤΟIΣIΔIΟΙΣΔΑΠΑNHMΑΣΙ.---
5---.ΑΤΩNΣΥNΑΠΟΔ.MΩNAΠHΡΑΤ.---
---ΕI.ΑΡΓΕΔΑΒΟNΠΡOΣΤONΠΑΤEΡΑΑYΤΟY
---ΠΑΡΑΓΕNOMΕNΟΣΔEΚΑIΣΥNΤΥΧΩNAM.---
---NΤHNAΠΑYΤΟYΚΑΤΕΚΤ.ΣΑΤΟΤH.OΛΕΙ
---AΠEΛΥΣΕNΤONΔHMΟNIΕΡΕYΣΤΕΓΕNOMΕ.ΟΣ
10ΘΕΟYMΕΓAΛΟΥΔΕΡΖΑΛΟΥΤAΣΤΕΠΟMΠAΣΚΑIΤAΣΘΥΣIΑ.E
ΠΕΤEΛΕΣΕΛΑMΠΡΩΣΚΑIΤΟIΣΠΟΛIΤΑΙΣMΕΤEΔΩΚΕ..ΩN
ΚΡΕΩNΤΩΤΕΣΕΡAΠΕΙΛΑΧΩNIΕΡΕYΣOMΟIΩΣΤΟIΣΔΑΠΑNH
MΑΣΙNANΕΣΤΡAΦΗΚΑΛΩΣΚΑIΦΙΛΑΓAΘΩΣΤΟYΤΕEΠΩN.MΟΥ
ΤHΣΠOΛΕΩΣΔΙΟNYΣΟΥΟYΚEΧΟNΤΟΣ.ΕΡHAΦEΤΩNΠΛΗO.ΩN!
15ΠΑΡΑΚΛΗΘΕIΣY.OΤΩNΠΟΛΙΤΩNE.EΔΩΚΕNEΑΥΤONΚ.IΚΑ
ΤAΤHNΓΑIΟΥ.NΤΩNIΟΥΠΑΡΑΧΕΙMΑΣIΑNANΑΛΑΒ.N
ΤONΣΤEΦΑNΟNΤΟYΘΕΟYΤAΣΤΕΠΟMΠAΣΚΑIΘΥΣIΑΣ.ΠΕ
ΤEΛΕΣΕΚΑΛ.ΣΚΑIMΕΓΑΛΟMΕΡΩΣΚΑIΤΟIΣΠΟΛIΤΑΙΣ.Ε
ΤEΔΩΚΕΚΡΕΩNAΦΘONΩΣΘΕΩNΤΕΤΩNENΣΑMΟΘΡAΚH
20ΤONΣΤEΦΑNΟNANΕΙΛΗΦΩΣΔΙAΒIΟΥΤAΣΤΕΠΟMΠAΣ.ΑI
ΤAΣΘΥΣIΑ.EΠΙΤΕΛΕIYΠEΡΤΕΤΩNMΥΣΤΩNΚΑIΤHΣΠO
ΛΕΩΣNΕΩΣΤΕIΤΕΤΟYΒΑΣΙΛEΩΣΒΥΡΕΒΙΣΤΑΠΡΩΤΟΥΚΑIY
ΨIΣΤΟΥΓΕ.ΟNOΤΟΣΤΩNEΠIΘΡAΚΗΣΒΑΣΙΛEΩNΚΑIΠAΣ.N
ΤHNΠEΡ.NΤΟYΠΟΤΑMΟYΚΑIΤHNEΠIΤAΔΕΚΑΤΕΙΣΧ.
25ΚOΤΟΣΓ.NOMΕNΟΣΚΑIΠΡOΣΤΟYΤΟNENΤHΠΡΩΤHΚΑIMΕ
ΓIΣΤHΦΙΛIAΤAΒEΛΤΙΣΤΑΚΑΤΕΡΓAΖΕΤΑΙΤHΠΑΤΡIΔΙΛE
ΓΩNΚΑIΣΥNΒΟΥΛΕYΩN!ΤAΚΡAΤΙΣΤΑΚΑIΤHNΕYNΟΙΑNΤΟY.Α
ΣΙΛEΩΣΠΡOΣΤHNΤHΣΠOΛΕΩΣΣΩΤΗ.IΑNΠΡΟΣΠΑΡΑ.Υ
ΘΟYMΕNΟΣENΤΕΤΟIΣΛΟΙΠΟIΣAΠΑΣΙNAΦΕΙΔΩΣEΑΥΤO.
30ENΔΙΔΟYΣΕIΣΤAΣΤHΣΠOΛΕΩΣ.ΡΕΣΒHΑΣ!ΚΑIΚΙNΔYNΟΥΣEΠΙ
.ΕΧOMΕNΟΣAOΚNΩΣΠΡOΣΤOΠANΤΩΣΤΙΚΑΤΕΡΓAΖΕΣΘΑΙ
.HΠΑΤΡIΔΙΣΥMΦEΡΟNΠΡOΣΤΕΓNΑIΟNΠΟMΠHIΟNΓNΑIΟΥΥI
ONΑYΤΟΚΡ..ΟΡΑPΩMΑIΟNAΠΟΣΤΑΛΕIΣYΠOΒΑΣΙΛEΩΣΒΥΡΑΒΕΙ
ΣΤΑΠΡΕΣΒΕ.ΤHΣΚΑIΣΥNΤΥΧΩNΑYΤΩΤ.ΣMΑΚΕΔΟNIΑΣENΤΟIΣ
35ΠΕΡIHΡAΚΛΗΑN!ΤHNEΠIΤΟYΛYΚΟΥΟYMONΟNΤΟYΣYΠEΡΤΟYΒΑΣΙ
ΛEΩΣΧΡΗMΑΤΙΣMΟYΣΔΙEΘΕΤΟΤHNΕYNΟΙΑNΤHNPΩMΑIΩNΠΡ.
ΑΓOMΕNΟΣΤΩΒΑΣΙΛΕIAΛΛAΚΑIΠΕΡIΤHΣΠΑΤΡIΔΟΣΤΟYΣΚΑΛΛIΣΤΟΥΣ
ΔΙEΘΕΤΟΧΡΗMΑΤΙΣMΟYΣΚΑΘOΛΟΥΔEΚΑΤAΠAΣΛNΠΕΡIΣΤΑΣΙNΚ.Ι
ΡΩNΨΥΧHΚΑIΣΩMΑΤΙΠΑΡΑΒΑΛΛOMΕNΟΣΚΑIΔΑΠANΑΙΣΧΡΩMΕ
40NΟΣΤΑIΣEΚΤΟYΒIΟΥΤΙNAΔEΚΑIΤΩNΠΟΛΙΤΙΚΩNΧΟΡΗΓIΩNΣΏMΑΤ.
ΠΟΙΩNΠΑΡEΑΥΤΟYΤHNMΕΓIΣΤΗNENΔΕIΚNΥΤΑΙΣΠΟΥΔHNΕIΣΤHNY
ΠEΡΤHΣΠΑΤΡIΔΟΣΣΩΤΗΡIΑNINΑΟYNΚΑIOΔHMΟΣΦΑINΗΤΑΙΤΙMΩ.
ΤΟYΣΚ.ΛΟYΣΚΑIAΓΑΘΟYΣANΔΡΑΣΚΑIEΑΥΤONΕYΕΡΓΕΤΟYNΤΑΣΔΕΔO
ΧΘ....ΒΟΥΛHΚΑIΤΩΔHMΩEΠHNHΣΘΑΙMENEΠIΤΟYΤΟΙΣAΚ.ΡNIΩNΑ
45ΔΙ..Υ.IΟΥΚ.IΣΤΕΦΑNΩΘHNΑΙΑYΤONENΤΟIΣΔΙΟNΥΣIΟΙΣΧΡΥ.Ω
.ΤΕΦANΩΚΑIΕIΚONΙΧΑΛΚHΣΤΕΦΑNΟYΣ.ΑΙΔEΑYΤONΚΑIΕIΣΤON.ΟΙ
ΠONΧΡONΟNΚΑΘEΚΑΣΤΟNEΤΟΣENΤΟIΣΔΙΟNΥΣIΟΙΣΧΡΥΣΩΣΤΕΦA
NΩΔΕΔOΣΘΑΙΔEΑYΤΩΚΑIΕIΣANAΣΤΑΣΙNANΔΡΙANΤΟΣΤO
vacat ΠΟNΤONEΠΙΦΑNEΣΤΑΤΟNΤHΣAΓ.ΡAΣ